LXX Deut 18:19
← the shelves · Septuagint (Swete) — Deuteronomy · ← LXX Deut 18:18 · LXX Deut 19:1 →
LXX Deut 18:19 Ancient Greek
Septuagint (Swete) — Deuteronomy
καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. ἐὰν δὲ εἴπῃς ἐν τῆ καρδίᾳ σου Πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριος; ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι κου, καὶ μὴ γένηται καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν Κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος, οὐκ ἀφέξεσθε αὐτοῦ. XIX
And I will hold accountable anyone who does not listen to My words that the prophet speaks in My name.
English: Berean Standard Bible (from the Hebrew; verse-number alignment)
Cite as
LXX Deut 18:19 — Septuagint, ed. H. B. Swete (1909–30), digitised by First1KGreek / nathans/lxx-swete (CC BY-SA 4.0)