Plato, Meno 82e
← the shelves · Plato, Meno · ← Plato, Meno 82d · Plato, Meno 83a →
Plato, Meno 82e Ancient Greek
Plato, Meno
ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου; δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία. ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι; ἔμοιγε. οἶδεν οὖν; οὐ δῆτα. οἴεται δέ γε ἀπὸ τῆς διπλασίας; ναί. θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:82e
Cite as
Plato, Meno 82e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:82e