Plato, Meno 83e
← the shelves · Plato, Meno · ← Plato, Meno 83d · Plato, Meno 84a →
Plato, Meno 83e Ancient Greek
Plato, Meno
πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι. τρίποδα. οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς. ναί. οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται; φαίνεται. τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες; ἐννέα. ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν; ὀκτώ. οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται. οὐ δῆτα. ἀλλʼ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:83e
Cite as
Plato, Meno 83e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:83e