Plato, Laws 654e
← the shelves · Plato, Laws · ← Plato, Laws 654d · Plato, Laws 655a →
Plato, Laws 654e Ancient Greek
Plato, Laws
δυναίμεθα. ἆρʼ οὐχ οὕτως; οὕτω μὲν οὖν. ταῦτʼ ἄρα μετὰ τοῦθʼ ἡμῖν αὖ καθάπερ κυσὶν ἰχνευούσαις διερευνητέον, σχῆμά τε καλὸν καὶ μέλος καὶ ᾠδὴν καὶ ὄρχησιν· εἰ δὲ ταῦθʼ ἡμᾶς διαφυγόντα οἰχήσεται, μάταιος ὁ μετὰ ταῦθʼ ἡμῖν περὶ παιδείας ὀρθῆς εἴθʼ Ἑλληνικῆς εἴτε βαρβαρικῆς λόγος ἂν εἴη. ναί. εἶεν· τί δὲ δὴ τὸ καλὸν χρὴ φάναι σχῆμα ἢ μέλος εἶναί ποτε; φέρε, ἀνδρικῆς ψυχῆς ἐν πόνοις ἐχομένης καὶ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:654e
Cite as
Plato, Laws 654e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:654e