Plato, Laws 656e
← the shelves · Plato, Laws · ← Plato, Laws 656d · Plato, Laws 657a →
Plato, Laws 656e Ancient Greek
Plato, Laws
καὶ παρὰ ταῦτʼ οὐκ ἐξῆν οὔτε ζωγράφοις, οὔτʼ ἄλλοις ὅσοι σχήματα καὶ ὁποῖʼ ἄττα ἀπεργάζονται, καινοτομεῖν οὐδʼ ἐπινοεῖν ἄλλʼ ἄττα ἢ τὰ πάτρια, οὐδὲ νῦν ἔξεστιν, οὔτε ἐν τούτοις οὔτε ἐν μουσικῇ συμπάσῃ. σκοπῶν δὲ εὑρήσεις αὐτόθι τὰ μυριοστὸν ἔτος γεγραμμένα ἢ τετυπωμένα—οὐχ ὡς ἔπος εἰπεῖν μυριοστὸν ἀλλʼ ὄντως—τῶν νῦν δεδημιουργημένων
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:656e
Cite as
Plato, Laws 656e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:656e