🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 663e

← the shelves · Plato, Laws · ← Plato, Laws 663d · Plato, Laws 664a →

Plato, Laws 663e Ancient Greek Plato, Laws
ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ ἀλλʼ ἑκόντας πάντας πάντα τὰ δίκαια; καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. εἶεν· τὸ μὲν τοῦ Σιδωνίου μυθολόγημα ῥᾴδιον ἐγένετο πείθειν, οὕτως ἀπίθανον ὄν, καὶ ἄλλα μυρία; ποῖα; τὸ σπαρέντων ποτὲ ὀδόντων ὁπλίτας ἐξ αὐτῶν φῦναι. καίτοι μέγα γʼ ἐστὶ νομοθέτῃ παράδειγμα τοῦ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 663e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:663e