🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 666e

← the shelves · Plato, Laws · ← Plato, Laws 666d · Plato, Laws 667a →

Plato, Laws 666e Ancient Greek Plato, Laws
καλλίστης ᾠδῆς. στρατοπέδου γὰρ πολιτείαν ἔχετε ἀλλʼ οὐκ ἐν ἄστεσι κατῳκηκότων, ἀλλʼ οἷον ἁθρόους πώλους ἐν ἀγέλῃ νεμομένους φορβάδας τοὺς νέους κέκτησθε· λαβὼν δʼ ὑμῶν οὐδεὶς τὸν αὑτοῦ, παρὰ τῶν συννόμων σπάσας σφόδρα ἀγριαίνοντα καὶ ἀγανακτοῦντα, ἱπποκόμον τε ἐπέστησεν ἰδίᾳ καὶ παιδεύει ψήχων τε καὶ ἡμερῶν, καὶ πάντα προσήκοντα ἀποδιδοὺς τῇ παιδοτροφίᾳ ὅθεν οὐ μόνον ἀγαθὸς
No aligned translation on this shelf.
Cite as

Plato, Laws 666e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:666e