Plato, Laws 668e
← the shelves · Plato, Laws · ← Plato, Laws 668d · Plato, Laws 669a →
Plato, Laws 668e Ancient Greek
Plato, Laws
τὰς θέσεις εἰ ἔχει, ὅσοι τέ εἰσιν καὶ ὁποῖα παρʼ ὁποῖα αὐτῶν κείμενα τὴν προσήκουσαν τάξιν ἀπείληφεν—καὶ ἔτι δὴ χρώματά τε καὶ σχήματα—ἢ πάντα ταῦτα τεταραγμένως εἴργασται· μῶν δοκεῖ ταῦτʼ ἄν ποτε διαγνῶναί τις τὸ παράπαν ἀγνοῶν ὅτι ποτʼ ἐστὶ τὸ μεμιμημένον ζῷον; καὶ πῶς; τί δʼ εἰ γιγνώσκοιμεν ὅτι τὸ γεγραμμένον ἢ τὸ πεπλασμένον ἐστὶν ἄνθρωπος, καὶ τὰ μέρη πάντα τὰ ἑαυτοῦ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:668e
Cite as
Plato, Laws 668e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:668e