Plato, Laws 672e
← the shelves · Plato, Laws · ← Plato, Laws 672d · Plato, Laws 673a →
Plato, Laws 672e Ancient Greek
Plato, Laws
καὶ τὰ μὲν δὴ τῆς χορείας ἡμίσεα διαπεπεράνθω· τὰ δʼ ἡμίσεα, ὅπως ἂν ἔτι δοκῇ, περανοῦμεν ἢ καὶ ἐάσομεν. ποῖα δὴ λέγεις, καὶ πῶς ἑκάτερα διαιρῶν; ὅλη μέν που χορεία ὅλη παίδευσις ἦν ἡμῖν, τούτου δʼ αὖ τὸ μὲν ῥυθμοί τε καὶ ἁρμονίαι, τὸ κατὰ τὴν φωνήν. ναί. τὸ δέ γε κατὰ τὴν τοῦ σώματος κίνησιν ῥυθμὸν μὲν κοινὸν τῇ τῆς φωνῆς εἶχε κινήσει, σχῆμα δὲ ἴδιον.
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:672e
Cite as
Plato, Laws 672e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:672e