🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 704d

← the shelves · Plato, Laws · ← Plato, Laws 704c · Plato, Laws 705a →

Plato, Laws 704d Ancient Greek Plato, Laws
τραχυτέραν αὐτὴν ἢ πεδιεινοτέραν ἂν λέγοις. πάνυ μὲν οὖν. οὐ τοίνυν ἀνίατός γε ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος ἀλλʼ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός τε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης,
No aligned translation on this shelf.
Cite as

Plato, Laws 704d — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:704d