🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 709e

← the shelves · Plato, Laws · ← Plato, Laws 709d · Plato, Laws 710a →

Plato, Laws 709e Ancient Greek Plato, Laws
καὶ πῶς πόλιν ἔχουσαν δῶμεν, ὃ λαβὼν ἕξεις ὥστʼ ἐκ τῶν λοιπῶν αὐτὸς τὴν πόλιν ἱκανῶς διοικῆσαι; τί μετὰ τοῦτʼ εἰπεῖν ὀρθῶς ἔστιν ἄρα; τοῦ νομοθέτου φράζομεν τοῦτο, ἦ γάρ; ναί. τόδε· τυραννουμένην μοι δότε τὴν πόλιν, φήσει· τύραννος δʼ ἔστω νέος καὶ μνήμων καὶ εὐμαθὴς καὶ ἀνδρεῖος καὶ μεγαλοπρεπὴς φύσει· ὃ δὲ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν δεῖν ἕπεσθαι σύμπασιν τοῖς τῆς ἀρετῆς μέρεσι, καὶ νῦν τῇ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 709e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:709e