🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 719e

← the shelves · Plato, Laws · ← Plato, Laws 719d · Plato, Laws 720a →

Plato, Laws 719e Ancient Greek Plato, Laws
ἂν τάφον ἐπαινοίην, φειδωλὸς δʼ αὖ τις καὶ πένης ἀνὴρ τὸν καταδεᾶ, μέτρον δὲ οὐσίας κεκτημένος καὶ μέτριος αὐτὸς ὢν τὸν αὐτὸν ἂν ἐπαινέσαι. σοὶ δὲ οὐχ οὕτω ῥητέον ὡς νῦν εἶπες μέτριον εἰπών, ἀλλὰ τί τὸ μέτριον καὶ ὁπόσον ῥητέον, ἢ τὸν τοιοῦτον λόγον μήπω σοι διανοοῦ γίγνεσθαι νόμον. ἀληθέστατα λέγεις. πότερον οὖν ἡμῖν ὁ τεταγμένος ἐπὶ τοῖς νόμοις μηδὲν τοιοῦτον προαγορεύῃ ἐν ἀρχῇ τῶν νόμων, ἀλλʼ εὐθὺς ὃ δεῖ ποιεῖν καὶ μὴ φράζῃ τε, καὶ ἐπαπειλήσας τὴν ζημίαν, ἐπʼ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 719e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:719e