🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 720e

← the shelves · Plato, Laws · ← Plato, Laws 720d · Plato, Laws 721a →

Plato, Laws 720e Ancient Greek Plato, Laws
παρασκευάζων τὸν κάμνοντα, εἰς τὴν ὑγίειαν ἄγων, ἀποτελεῖν πειρᾶται; πότερον οὕτως ἢ ἐκείνως ἰατρός τε ἰώμενος ἀμείνων καὶ γυμναστὴς γυμνάζων· διχῇ τὴν μίαν ἀποτελῶν δύναμιν, ἢ μοναχῇ καὶ κατὰ τὸ χεῖρον τοῖν δυοῖν καὶ ἀγριώτερον ἀπεργαζόμενος; πολύ που διαφέρον, ὦ ξένε, τὸ διπλῇ. βούλει δὴ καὶ θεασώμεθα τὸ διπλοῦν τοῦτο καὶ ἁπλοῦν ἐν ταῖς νομοθεσίαις αὐταῖς γιγνόμενον; πῶς γὰρ οὐ βούλομαι; φέρε δὴ πρὸς θεῶν, τίνʼ ἄρα πρῶτον νόμον θεῖτʼ ἂν ὁ νομοθέτης; ἆρʼ οὐ κατὰ φύσιν τὴν περὶ γενέσεως ἀρχὴν
No aligned translation on this shelf.
Cite as

Plato, Laws 720e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:720e