Plato, Laws 722e
← the shelves · Plato, Laws · ← Plato, Laws 722d · Plato, Laws 723a →
Plato, Laws 722e Ancient Greek
Plato, Laws
ἐσπουδασμένα πρόκειται· τῶν δὲ ὄντως νόμων ὄντων, οὓς δὴ πολιτικοὺς εἶναί φαμεν, οὐδεὶς πώποτε οὔτʼ εἶπέ τι προοίμιον οὔτε συνθέτης γενόμενος ἐξήνεγκεν εἰς τὸ φῶς, ὡς οὐκ ὄντος φύσει. ἡμῖν δὲ ἡ νῦν διατριβὴ γεγονυῖα, ὡς ἐμοὶ δοκεῖ, σημαίνει ὡς ὄντος, οἵ τέ γε δὴ διπλοῖ ἔδοξαν νυνδή μοι λεχθέντες νόμοι οὐκ εἶναι ἁπλῶς οὕτω πως διπλοῖ, ἀλλὰ δύο μέν τινε, νόμος τε καὶ προοίμιον τοῦ νόμου· ὃ δὴ τυραννικὸν ἐπίταγμα ἀπεικασθὲν ἐρρήθη τοῖς ἐπιτάγμασιν τοῖς
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:722e
Cite as
Plato, Laws 722e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:722e