Plato, Laws 729e
← the shelves · Plato, Laws · ← Plato, Laws 729d · Plato, Laws 730a →
Plato, Laws 729e Ancient Greek
Plato, Laws
ὑπηρετηκὼς πάντων κάλλιστʼ ἀνθρώπων αὐτοῖς ἐν τῷ βίῳ. πρὸς δʼ αὖ τοὺς ξένους διανοητέον ὡς ἁγιώτατα συμβόλαια ὄντα· σχεδὸν γὰρ πάντʼ ἐστὶ τὰ τῶν ξένων καὶ εἰς τοὺς ξένους ἁμαρτήματα παρὰ τὰ τῶν πολιτῶν εἰς θεὸν ἀνηρτημένα τιμωρὸν μᾶλλον. ἔρημος γὰρ ὢν ὁ ξένος ἑταίρων τε καὶ συγγενῶν ἐλεεινότερος ἀνθρώποις καὶ θεοῖς· ὁ δυνάμενος οὖν τιμωρεῖν μᾶλλον βοηθεῖ προθυμότερον, δύναται
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:729e
Cite as
Plato, Laws 729e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:729e