🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 734e

← the shelves · Plato, Laws · ← Plato, Laws 734d · Plato, Laws 735a →

Plato, Laws 734e Ancient Greek Plato, Laws
τὸν ἔχοντα αὐτὸν ζῆν εὐδαιμονέστερον ἀπεργάζεσθαι τοῦ ἐναντίου τῷ παντὶ καὶ ὅλῳ.καὶ τὸ μὲν προοίμιον τῶν νόμων ἐνταυθοῖ λεχθὲν τῶν λόγων τέλος ἐχέτω, μετὰ δὲ τὸ προοίμιον ἀναγκαῖόν που νόμον ἕπεσθαι, μᾶλλον δὲ τό γε ἀληθὲς νόμους πολιτείας ὑπογράφειν. καθάπερ οὖν δή τινα συνυφὴν ἢ καὶ πλέγμʼ ἄλλʼ ὁτιοῦν, οὐκ ἐκ τῶν αὐτῶν οἷόν τʼ ἐστὶν τήν τε ἐφυφὴν καὶ τὸν στήμονα ἀπεργάζεσθαι, διαφέρειν δʼ ἀναγκαῖον τὸ τῶν στημόνων πρὸς ἀρετὴν γένος—ἰσχυρόν τε γὰρ καί τινα
No aligned translation on this shelf.
Cite as

Plato, Laws 734e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:734e