Plato, Laws 741e
← the shelves · Plato, Laws · ← Plato, Laws 741d · Plato, Laws 742a →
Plato, Laws 741e Ancient Greek
Plato, Laws
γενόμενος· χρηματισμὸς γὰρ οὔτʼ ἔνεστιν σφόδρα ἐν τῇ τοιαύτῃ κατασκευῇ, συνέπεταί τε αὐτῇ μηδὲ δεῖν μηδʼ ἐξεῖναι χρηματίζεσθαι τῶν ἀνελευθέρων χρηματισμῶν μηδενὶ μηδένα, καθʼ ὅσον ἐπονείδιστος λεγομένη βαναυσία ἦθος ἀποτρέπει ἐλεύθερον, μηδὲ τὸ παράπαν ἀξιοῦν ἐκ τῶν τοιούτων συλλέγειν χρήματα. πρὸς τούτοις δʼ ἔτι νόμος ἕπεται πᾶσι τούτοις, μηδʼ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:741e
Cite as
Plato, Laws 741e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:741e