Plato, Laws 744e
← the shelves · Plato, Laws · ← Plato, Laws 744d · Plato, Laws 745a →
Plato, Laws 744e Ancient Greek
Plato, Laws
κλήρου τιμή, ὃν δεῖ μένειν καὶ ὃν ἄρχων οὐδεὶς οὐδενί ποτε περιόψεται ἐλάττω γιγνόμενον, τῶν τε ἄλλων κατὰ ταὐτὰ οὐδεὶς ὅστις φιλότιμος ἐπʼ ἀρετῇ. μέτρον δὲ αὐτὸν θέμενος ὁ νομοθέτης διπλάσιον ἐάσει τούτου κτᾶσθαι καὶ τριπλάσιον καὶ μέχρι τετραπλασίου· πλείονα δʼ ἄν τις κτᾶται τούτων, εὑρὼν ἢ δοθέντων ποθὲν ἢ χρηματισάμενος, ἤ τινι τύχῃ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:744e
Cite as
Plato, Laws 744e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:744e