🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 752a

← the shelves · Plato, Laws · ← Plato, Laws 751e · Plato, Laws 752b →

Plato, Laws 752a Ancient Greek Plato, Laws
συλλήψεσθαι κατὰ τὴν παροῦσαν ἡμῖν τὰ νῦν μυθολογίαν. οὔκουν δήπου λέγων γε ἂν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι· πλανώμενος γὰρ ἂν ἁπάντῃ τοιοῦτος ὢν ἄμορφος φαίνοιτο. ἄριστʼ εἴρηκας, ὦ ξένε. οὐ μόνον γε, ἀλλὰ καὶ δράσω κατὰ δύναμιν οὕτω. πάνυ μὲν οὖν ποιῶμεν ᾗπερ καὶ λέγομεν. ἔσται ταῦτʼ, ἂν θεὸς ἐθέλῃ καὶ γήρως ἐπικρατῶμεν τό γε τοσοῦτον.
No aligned translation on this shelf.
Cite as

Plato, Laws 752a — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:752a