🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 754e

← the shelves · Plato, Laws · ← Plato, Laws 754d · Plato, Laws 755a →

Plato, Laws 754e Ancient Greek Plato, Laws
ἔχων τεττάρων μνῶν, ὁ δὲ τὸ δεύτερον τριῶν, ὁ δὲ τρίτος δυοῖν μναῖν, μνᾶς δὲ ὁ τέταρτος. ἐὰν δέ τις ἕτερον φαίνηταί τι παρὰ τὰ γεγραμμένα κεκτημένος, δημόσιον μὲν ἔστω τὸ τοιοῦτον ἅπαν, πρὸς τούτῳ δὲ δίκην ὑπεχέτω τῷ βουλομένῳ μετιέναι μὴ καλὴν μηδʼ εὐώνυμον ἀλλʼ αἰσχράν, ἐὰν ἁλίσκηται διὰ τὸ κέρδος τῶν νόμων καταφρονῶν. αἰσχροκερδείας οὖν αὐτὸν γραψάμενος ὁ βουληθεὶς ἐπεξίτω τῇ δίκῃ ἐν αὐτοῖς τοῖς νομοφύλαξιν· ἐὰν δʼ ὁ φεύγων ὄφλῃ,
No aligned translation on this shelf.
Cite as

Plato, Laws 754e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:754e