Plato, Laws 755e
← the shelves · Plato, Laws · ← Plato, Laws 755d · Plato, Laws 756a →
Plato, Laws 755e Ancient Greek
Plato, Laws
δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον, τὴν δʼ ἀντιπροβολὴν εἶναι, καθάπερ τῶν στρατηγῶν ἐγίγνετο τὴν αὐτὴν καὶ περὶ τῶν ταξιαρχῶν, καὶ τὴν ἐπιχειροτονίαν καὶ τὴν κρίσιν. τὸν δὲ σύλλογον τοῦτον ἐν τῷ παρόντι, πρὶν πρυτάνεις τε καὶ βουλὴν ᾑρῆσθαι, τοὺς νομοφύλακας συλλέξαντας εἰς χωρίον ὡς ἱερώτατόν τε καὶ ἱκανώτατον καθίσαι, χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας, τρίτον δʼ ἐφεξῆς τούτοις πᾶν ὅσον ἐμπολέμιον· χειροτονούντων δὲ στρατηγοὺς μὲν καὶ ἱππάρχους πάντες, ταξιάρχους δὲ οἱ
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:755e
Cite as
Plato, Laws 755e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:755e