Plato, Laws 772e
← the shelves · Plato, Laws · ← Plato, Laws 772d · Plato, Laws 773a →
Plato, Laws 772e Ancient Greek
Plato, Laws
πιστεύει, γαμείτω μὲν πᾶς ἐντὸς τῶν πέντε καὶ τριάκοντα ἐτῶν, τὸ δὲ πρέπον καὶ τὸ ἁρμόττον ὡς χρὴ ζητεῖν, πρῶτον ἐπακουσάτω· δεῖ γάρ, ὥς φησιν Κλεινίας, ἔμπροσθεν τοῦ νόμου προοίμιον οἰκεῖον ἑκάστῳ προτιθέναι. κάλλιστα, ὦ ξένε, διεμνημόνευσας, ἔλαβές τε τοῦ λόγου καιρὸν καὶ μάλʼ ἐμοὶ δοκοῦντʼ εἶναι σύμμετρον. εὖ λέγεις. ὦ παῖ, τοίνυν φῶμεν ἀγαθῶν πατέρων
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:772e
Cite as
Plato, Laws 772e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:772e