Plato, Laws 781e
← the shelves · Plato, Laws · ← Plato, Laws 781d · Plato, Laws 782a →
Plato, Laws 781e Ancient Greek
Plato, Laws
ποθεν ἐπιχειρεῖν δόξω· σχολῆς γὰρ ἀπολαύομεν καὶ οὐδὲν ἡμᾶς ἐστὶ τὸ κατεπεῖγον τὸ μὴ πάντῃ πάντως σκοπεῖν τὰ περὶ τοὺς νόμους. ὀρθῶς εἴρηκας. πάλιν τοίνυν ἐπὶ τὰ πρῶτα ἐπαναχωρήσωμεν λεχθέντα. εὖ γὰρ δὴ τό γε τοσοῦτον χρὴ πάντʼ ἄνδρα συννοεῖν, ὡς ἡ τῶν ἀνθρώπων γένεσις ἢ τὸ παράπαν ἀρχὴν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:781e
Cite as
Plato, Laws 781e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:781e