Plato, Laws 790e
← the shelves · Plato, Laws · ← Plato, Laws 790d · Plato, Laws 791a →
Plato, Laws 790e Ancient Greek
Plato, Laws
ἀεὶ σείουσαι, καὶ οὐ σιγὴν ἀλλά τινα μελῳδίαν, καὶ ἀτεχνῶς οἷον καταυλοῦσι τῶν παιδίων, καθάπερ ἡ τῶν ἐκφρόνων βακχειῶν ἰάσεις, ταύτῃ τῇ τῆς κινήσεως ἅμα χορείᾳ καὶ μούσῃ χρώμεναι. τίς οὖν αἰτία τούτων, ὦ ξένε, μάλιστʼ ἔσθʼ ἡμῖν; οὐ πάνυ χαλεπὴ γιγνώσκειν. πῶς δή; δειμαίνειν ἐστίν που ταῦτʼ ἀμφότερα τὰ πάθη, καὶ ἔστι δείματα διʼ ἕξιν φαύλην τῆς ψυχῆς τινα. ὅταν οὖν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:790e
Cite as
Plato, Laws 790e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:790e