Plato, Laws 793e
← the shelves · Plato, Laws · ← Plato, Laws 793d · Plato, Laws 794a →
Plato, Laws 793e Ancient Greek
Plato, Laws
κόρου καὶ κόρης, ταῦτα εἴ τις ἀκριβῶς ἀποτελοῖ καὶ μὴ παρέργως τοῖς εἰρημένοις χρῷτο, οὐ σμικρὰ εἰς ὠφελίαν γίγνοιτʼ ἂν τοῖς νεωστὶ τρεφομένοις· τριετεῖ δὲ δὴ καὶ τετραετεῖ καὶ πενταετεῖ καὶ ἔτι ἑξετεῖ ἤθει ψυχῆς παιδιῶν δέον ἂν εἴη, τρυφῆς δʼ ἤδη παραλυτέον κολάζοντα, μὴ ἀτίμως, ἀλλʼ ὅπερ ἐπὶ τῶν δούλων γʼ ἐλέγομεν, τὸ μὴ μεθʼ ὕβρεως κολάζοντας ὀργὴν ἐμποιῆσαι δεῖν τοῖς κολασθεῖσιν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:793e
Cite as
Plato, Laws 793e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:793e