Plato, Laws 796a
← the shelves · Plato, Laws · ← Plato, Laws 795e · Plato, Laws 796b →
Plato, Laws 796a Ancient Greek
Plato, Laws
δὴ τά γε κατὰ πάλην ἃ μὲν Ἀνταῖος ἢ Κερκύων ἐν τέχναις ἑαυτῶν συνεστήσαντο φιλονικίας ἀχρήστου χάριν, ἢ πυγμῆς Ἐπειὸς ἢ Ἄμυκος, οὐδὲν χρήσιμα ἐπὶ πολέμου κοινωνίαν ὄντα, οὐκ ἄξια λόγῳ κοσμεῖν· τὰ δὲ ἀπʼ ὀρθῆς πάλης, ἀπʼ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως, μετὰ φιλονικίας τε καὶ καταστάσεως διαπονούμενα μετʼ εὐσχήμονος ῥώμης τε καὶ ὑγιείας ἕνεκα, ταῦτʼ εἰς πάντα ὄντα χρήσιμα οὐ παρετέον, ἀλλὰ προστακτέον μαθηταῖς τε ἅμα καὶ τοῖς
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:796a
Cite as
Plato, Laws 796a — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:796a