🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 799e

← the shelves · Plato, Laws · ← Plato, Laws 799d · Plato, Laws 800a →

Plato, Laws 799e Ancient Greek Plato, Laws
οὐκοῦν τούτῳ μὲν χρόνον δώσομεν, βεβαιώσομεν δὲ τότε αὐτό, ὁπόταν σκεψώμεθα ἱκανῶς· ἵνα δὲ μὴ τὴν ἑπομένην τάξιν τοῖς νόμοις τοῖς νῦν ἡμῖν παροῦσι διαπεράνασθαι κωλυθῶμεν μάτην, ἴωμεν πρὸς τὸ τέλος αὐτῶν. τάχα γὰρ ἴσως, εἰ θεὸς ἐθέλοι, κἂν ἡ διέξοδος αὕτη ὅλη σχοῦσα τέλος ἱκανῶς ἂν μηνύσειε καὶ τὸ νῦν διαπορούμενον. ἄριστʼ, ὦ ξένε, λέγεις, καὶ ποιῶμεν οὕτως ὡς εἴρηκας. δεδόχθω μὲν δή, φαμέν, τὸ ἄτοπον τοῦτο, νόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι, καὶ καθάπερ οἱ παλαιοὶ τότε περὶ κιθαρῳδίαν οὕτω πως, ὡς ἔοικεν, ὠνόμασαν—ὥστε τάχʼ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 799e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:799e