Plato, Laws 808e
← the shelves · Plato, Laws · ← Plato, Laws 808d · Plato, Laws 809a →
Plato, Laws 808e Ancient Greek
Plato, Laws
πολλοῖς αὐτὸ οἷον χαλινοῖς τισιν δεῖ δεσμεύειν, πρῶτον μέν, τροφῶν καὶ μητέρων ὅταν ἀπαλλάττηται, παιδαγωγοῖς παιδίας καὶ νηπιότητος χάριν, ἔτι δʼ αὖ τοῖς διδάσκουσιν καὶ ὁτιοῦν καὶ μαθήμασιν ὡς ἐλεύθερον· ὡς δʼ αὖ δοῦλον, πᾶς ὁ προστυγχάνων τῶν ἐλευθέρων ἀνδρῶν κολαζέτω τόν τε παῖδα αὐτὸν καὶ τὸν παιδαγωγὸν καὶ διδάσκαλον, ἐὰν ἐξαμαρτάνῃ τίς τι τούτων. ἂν δʼ αὖ προστυγχάνων τις μὴ κολάζῃ τῇ δίκῃ, ὀνείδει μὲν ἐνεχέσθω πρῶτον τῷ μεγίστῳ, ὁ δὲ τῶν νομοφυλάκων
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:808e
Cite as
Plato, Laws 808e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:808e