🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 809e

← the shelves · Plato, Laws · ← Plato, Laws 809d · Plato, Laws 810a →

Plato, Laws 809e Ancient Greek Plato, Laws
τοῦ νομοθέτου διείρηται· πρόσεχε δὴ τὸν νοῦν τοῖς μετὰ ταῦτα μέλλουσιν ῥηθήσεσθαι. γραμμάτων εἴπομεν ὡς οὐχ ἱκανῶς ἔχεις πέρι τὸ πρῶτον, ἐπικαλοῦντες τί τῇ λέξει; τόδε, ὡς οὔπω διείρηκέ σοι πότερον εἰς ἀκρίβειαν τοῦ μαθήματος ἰτέον τὸν μέλλοντα πολίτην ἔσεσθαι μέτριον ἢ τὸ παράπαν οὐδὲ προσοιστέον· ὡς δʼ αὕτως καὶ περὶ λύραν. προσοιστέον μέντοι νῦν φαμεν. εἰς μὲν γράμματα παιδὶ δεκετεῖ σχεδὸν ἐνιαυτοὶ τρεῖς, λύρας δὲ ἅψασθαι τρία μὲν ἔτη καὶ δέκα
No aligned translation on this shelf.
Cite as

Plato, Laws 809e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:809e