🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 810e

← the shelves · Plato, Laws · ← Plato, Laws 810d · Plato, Laws 811a →

Plato, Laws 810e Ancient Greek Plato, Laws
ἐλάττοσιν, οὔκουν χείροσί γε—μεθʼ ὧν διακελεύῃ με παρακινδυνεύοντά τε καὶ θαρροῦντα τὴν νῦν ἐκ τῶν παρόντων λόγων τετμημένην ὁδὸν τῆς νομοθεσίας πορεύεσθαι μηδὲν ἀνιέντα. τί μήν; οὐ τοίνυν ἀνίημι. λέγω μὴν ὅτι ποιηταί τε ἡμῖν εἰσίν τινες ἐπῶν ἑξαμέτρων πάμπολλοι καὶ τριμέτρων καὶ πάντων δὴ τῶν λεγομένων μέτρων, οἱ μὲν ἐπὶ σπουδήν, οἱ δʼ ἐπὶ γέλωτα ὡρμηκότες, ἐν οἷς φασι δεῖν οἱ πολλάκις μυρίοι τοὺς ὀρθῶς παιδευομένους τῶν νέων τρέφειν καὶ διακορεῖς ποιεῖν, πολυηκόους τʼ ἐν ταῖς ἀναγνώσεσιν ποιοῦντας καὶ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 810e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:810e