🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 828d

← the shelves · Plato, Laws · ← Plato, Laws 828c · Plato, Laws 829a →

Plato, Laws 828d Ancient Greek Plato, Laws
μηνὶ τῷ δωδεκάτῳ κατὰ τὸν νόμον ἀποδιδόντας, καὶ οὐ δυσχεραντέον πολεμικοῖς ἀνθρώποις τὸν τοιοῦτον θεόν, ἀλλὰ τιμητέον ὡς ὄντα ἀεὶ τῷ τῶν ἀνθρώπων γένει ἄριστον· κοινωνία γὰρ ψυχῇ καὶ σώματι διαλύσεως οὐκ ἔστιν ᾗ κρεῖττον, ὡς ἐγὼ φαίην ἂν σπουδῇ λέγων. πρὸς τούτοις δὲ διάνοιαν χρὴ σχεῖν τοὺς διαιρήσοντας ἱκανῶς ταῦτα τοιάνδε, ὡς ἔσθʼ ἡμῖν ἡ πόλις οἵαν οὐκ ἄν τις ἑτέραν εὕροι τῶν νῦν περὶ χρόνου σχολῆς καὶ τῶν ἀναγκαίων ἐξουσίας, δεῖ δὲ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 828d — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:828d