🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 842e

← the shelves · Plato, Laws · ← Plato, Laws 842d · Plato, Laws 843a →

Plato, Laws 842e Ancient Greek Plato, Laws
νομοθετήσει, τὰ μέγιστα ἤδη νενομοθετηκὼς περὶ γάμους ἅμα καὶ γενέσεις παίδων καὶ τροφάς, ἔτι δὲ καὶ παιδείας ἀρχῶν τε καταστάσεις ἐν τῇ πόλει· νῦν δʼ ἐπὶ τοὺς τὴν τροφὴν καὶ ὅσοι περὶ αὐτὴν ταύτην συνδιαπονοῦσιν ἀναγκαῖον νομοθετοῦντά ἐστιν τρέπεσθαι.πρῶτον δὴ νόμοι ἔστωσαν λεγόμενοι τοὔνομα γεωργικοί. Διὸς ὁρίου μὲν πρῶτος νόμος ὅδε εἰρήσθω· μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος, μήτε ὁμοτέρμονος ἐπʼ ἐσχατιᾶς κεκτημένος ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 842e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:842e