Plato, Laws 857e
← the shelves · Plato, Laws · ← Plato, Laws 857d · Plato, Laws 858a →
Plato, Laws 857e Ancient Greek
Plato, Laws
ὡς ἰατρὸν ἀλλʼ οὐχ ὑγιῆ δεόμενον γίγνεσθαι. οὐκοῦν λέγων τὰ τοιαῦτα ὀρθῶς ἂν λέγοι; τάχʼ ἄν, εἰ προσδιανοοῖτό γε ὡς ὅστις περὶ νόμων οὕτω διεξέρχεται, καθάπερ ἡμεῖς τὰ νῦν, παιδεύει τοὺς πολίτας ἀλλʼ οὐ νομοθετεῖ. ἆρʼ οὖν οὐ καὶ τοῦτʼ ἂν πρὸς τρόπου λέγειν φαίνοιτο; ἴσως. εὐτυχὲς δὲ ἡμῶν τὸ παρὸν γέγονεν. τὸ ποῖον δή; τὸ μηδεμίαν ἀνάγκην εἶναι νομοθετεῖν, ἀλλʼ αὐτοὺς
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:857e
Cite as
Plato, Laws 857e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:857e