Plato, Laws 861e
← the shelves · Plato, Laws · ← Plato, Laws 861d · Plato, Laws 862a →
Plato, Laws 861e Ancient Greek
Plato, Laws
ταῦτα ἔσται. φέρε δή, βλάβαι μέν, ὡς ἔοικεν, ἀλλήλων τῶν πολιτῶν ἐν ταῖς κοινωνίαις τε καὶ ὁμιλίαις πολλαὶ γίγνονται, καὶ τό γε ἑκούσιόν τε καὶ ἀκούσιον ἐν αὐταῖς ἄφθονόν ἐστι. πῶς γὰρ οὔ; μὴ τοίνυν τις τὰς βλάβας πάσας ἀδικίας τιθείς, οὕτως οἴηται καὶ τὰ ἄδικα ἐν αὐταῖσι ταύτῃ γίγνεσθαι διπλᾶ, τὰ μὲν ἑκούσια δή, τὰ δʼ ἀκούσια—βλάβαι γὰρ ἀκούσιοι τῶν πάντων οὔτʼ ἀριθμοῖς οὔτε μεγέθεσιν ἐλάττους εἰσὶ τῶν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:861e
Cite as
Plato, Laws 861e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:861e