🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 865a

← the shelves · Plato, Laws · ← Plato, Laws 864e · Plato, Laws 865b →

Plato, Laws 865a Ancient Greek Plato, Laws
φόνου δὴ καθάπερ ἠρξάμεθα, πειρώμεθα διὰ τέλους παντὸς εἴδους πέρι φόνου θεῖναι τοὺς νόμους, καὶ πρῶτον μὲν τὰ βίαια καὶ ἀκούσια λέγωμεν. εἴ τις ἐν ἀγῶνι καὶ ἄθλοις δημοσίοις ἄκων, εἴτε παραχρῆμα εἴτε καὶ ἐν ὑστέροις χρόνοις ἐκ τῶν πληγῶν, ἀπέκτεινέν τινα φίλιον, ἢ κατὰ πόλεμον ὡσαύτως ἢ κατὰ μελέτην τὴν πρὸς πόλεμον, ποιουμένων ἄσκησιν ψιλοῖς σώμασιν ἢ μετά τινων ὅπλων
No aligned translation on this shelf.
Cite as

Plato, Laws 865a — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:865a