🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 868e

← the shelves · Plato, Laws · ← Plato, Laws 868d · Plato, Laws 869a →

Plato, Laws 868e Ancient Greek Plato, Laws
τινά τις, ἢ γυνὴ ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι μὲν τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὅ τι τοιοῦτον δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ· ἀπειθῶν δὲ ὁ γεννήτωρ ἢ ὁ γεννηθεὶς ἀσεβείας αὖ ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι. καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφήν, ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων ὡσαύτως, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις—ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς μηδέποτε γιγνέσθω μηδὲ κοινωνὸς ἱερῶν—ἐὰν δέ τις ἀπειθῇ,
No aligned translation on this shelf.
Cite as

Plato, Laws 868e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:868e