Plato, Laws 869e
← the shelves · Plato, Laws · ← Plato, Laws 869d · Plato, Laws 870a →
Plato, Laws 869e Ancient Greek
Plato, Laws
τοιούτων ἀφέσεως, ἐὰν ὁστισοῦν ὁτῳοῦν ἀφιῇ τοῦτο ἑκών, ὡς ἀκουσίου γεγονότος τοῦ φόνου, οἵ τε καθαρμοὶ γιγνέσθωσαν τῷ δράσαντι καὶ ἐνιαυτὸς εἷς ἔστω τῆς ἐκδημίας ἐν νόμῳ. καὶ τὰ μὲν δὴ βίαιά τε καὶ ἀκούσια καὶ κατὰ τὸν θυμὸν γιγνόμενα περὶ φόνους μετρίως εἰρήσθω· τὰ δὲ περὶ τὰ ἑκούσια καὶ κατʼ ἀδικίαν πᾶσαν γιγνόμενα τούτων πέρι καὶ ἐπιβουλῆς διʼ ἥττας ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ φθόνων, ταῦτα μετʼ ἐκεῖνα ἡμῖν λεκτέον. ὀρθῶς λέγεις. πάλιν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:869e
Cite as
Plato, Laws 869e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:869e