Plato, Laws 876e
← the shelves · Plato, Laws · ← Plato, Laws 876d · Plato, Laws 877a →
Plato, Laws 876e Ancient Greek
Plato, Laws
νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους. ἡ δὴ γραφὴ περὶ τραύματος ὧδε ἡμῖν κείσθω· ἐάν τις διανοηθεὶς τῇ βουλήσει κτεῖναί τινα φίλιον, πλὴν ὧν ὁ νόμος ἐφίησιν, τρώσῃ μέν, ἀποκτεῖναι δὲ ἀδυνατήσῃ, τὸν διανοηθέντα τε καὶ τρώσαντα οὕτως οὐκ ἄξιον
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:876e
Cite as
Plato, Laws 876e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:876e