Plato, Laws 877e
← the shelves · Plato, Laws · ← Plato, Laws 877d · Plato, Laws 878a →
Plato, Laws 877e Ancient Greek
Plato, Laws
αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν. ὅταν οὖν τις ἅμα δυστυχηθῇ καὶ ἀσεβηθῇ τῶν οἴκων, ὥστε τὸν κεκτημένον ἐν αὐτῷ παῖδας μὲν μὴ καταλιπεῖν, ἠίθεον δὲ ἢ καὶ γεγαμηκότα ἄπαιδα τελευτῆσαι φόνου ὀφλόντα ἑκουσίου ἤ τινος ἁμαρτήματος ἄλλου τῶν περὶ θεοὺς ἢ πολίτας ὧν ἂν θάνατος ἐν τῷ νόμῳ ζημία διαρρήδην ᾖ κειμένη, ἢ καὶ ἐν ἀειφυγίᾳ τις φεύγῃ τῶν ἀνδρῶν ἄπαις, τοῦτον πρῶτον μὲν καθήρασθαι καὶ ἀποδιοπομπήσασθαι τὸν οἶκον χρεὼν ἔστω κατὰ νόμον, ἔπειτα
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:877e
Cite as
Plato, Laws 877e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:877e