Plato, Laws 878e
← the shelves · Plato, Laws · ← Plato, Laws 878d · Plato, Laws 879a →
Plato, Laws 878e Ancient Greek
Plato, Laws
καὶ ἄνδρας συνελθόντας, κρίναντας παραδιδόναι τιμᾶν τοῖς γεννήσασι κατὰ φύσιν· ἐὰν δὲ ἀμφισβητήσιμος ἡ τίμησις γίγνηται, τοὺς πρὸς ἀνδρῶν εἶναι τιμῶντας κυρίους, ἐὰν δὲ ἀδυνατῶσιν αὐτοί, τοῖς νομοφύλαξιν τελευτῶντας ἐπιτρέπειν. ἐκγόνοις δὲ πρὸς γονέας εἶναι τῶν τοιούτων τραυμάτων δικαστὰς μὲν τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας ἐπάναγκες, οἷς ἂν παῖδες μὴ ποιητοί, ἀληθινοὶ δέ, ὦσιν, ἂν δέ τις ὄφλῃ, τιμᾶν εἰ τεθνάναι χρὴ τὸν τοιοῦτον εἴτε τι μεῖζον ἕτερον τούτου πάσχειν ἢ καὶ μὴ πολλῷ σμικρότερον· καὶ τῶν
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:878e
Cite as
Plato, Laws 878e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:878e