🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 884a

← the shelves · Plato, Laws · ← Plato, Laws 882c · Plato, Laws 885a →

Plato, Laws 884a Ancient Greek Plato, Laws
μετὰ δὲ τὰς αἰκίας περὶ παντὸς ἓν εἰρήσθω τοιόνδε τι νόμιμον βιαίων πέρι· τῶν ἀλλοτρίων μηδένα μηδὲν φέρειν μηδὲ ἄγειν, μηδʼ αὖ χρῆσθαι μηδενὶ τῶν τοῦ πέλας, ἐὰν μὴ πείσῃ τὸν κεκτημένον· ἐκ γὰρ δὴ τοῦ τοιούτου πάντα ἠρτημένα τά τε εἰρημένα κακὰ γέγονε καὶ ἔστι καὶ ἔσται. μέγιστα δὲ δὴ τῶν λοιπῶν αἱ τῶν νέων ἀκολασίαι τε καὶ ὕβρεις, εἰς μέγιστα δέ, ὅταν εἰς ἱερὰ γίγνωνται, καὶ διαφερόντως αὖ μεγάλα, ὅταν εἰς δημόσια καὶ ἅγια ἢ κατὰ μέρη κοινὰ φυλετῶν ἤ τινων ἄλλων τοιούτων κεκοινωνηκότων·
No aligned translation on this shelf.
Cite as

Plato, Laws 884a — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:884a