Plato, Laws 885e
← the shelves · Plato, Laws · ← Plato, Laws 885d · Plato, Laws 886a →
Plato, Laws 885e Ancient Greek
Plato, Laws
πλεῖστοι, δράσαντες δʼ ἐξακεῖσθαι πειρώμεθα. παρὰ δὲ δὴ νομοθετῶν, φασκόντων εἶναι μὴ ἀγρίων ἀλλὰ ἡμέρων, ἀξιοῦμεν πειθοῖ πρῶτον χρῆσθαι πρὸς ἡμᾶς, εἰ μὴ πολλῷ βελτίω τῶν ἄλλων λέγοντας περὶ θεῶν ὡς εἰσίν, ἀλλʼ οὖν βελτίω γε πρὸς ἀλήθειαν, καὶ τάχα πειθοίμεθʼ ἂν ἴσως ὑμῖν. ἀλλʼ ἐπιχειρεῖτε, εἴ τι μέτριον λέγομεν, εἰπεῖν ἃ προκαλούμεθα. οὐκοῦν, ὦ ξένε, δοκεῖ ῥᾴδιον εἶναι ἀληθεύοντας λέγειν ὡς εἰσὶν θεοί;
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:885e
Cite as
Plato, Laws 885e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:885e