🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 895e

← the shelves · Plato, Laws · ← Plato, Laws 895d · Plato, Laws 896a →

Plato, Laws 895e Ancient Greek Plato, Laws
ἔστιν που δίχα διαιρούμενον ἐν ἄλλοις τε καὶ ἐν ἀριθμῷ· τούτῳ δὴ τῷ κατʼ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δέ, ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη. ναί. τὸ τοιοῦτον φράζω. μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἄντε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν, ἄντε τοὔνομα τὸν λόγον, ἄρτιον ὀνόματι, καὶ λόγῳ δίχα διαιρούμενον ἀριθμόν, προσαγορεύοντες ταὐτὸν ὄν; παντάπασι μὲν οὖν. ὧι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν
No aligned translation on this shelf.
Cite as

Plato, Laws 895e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:895e