🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 898e

← the shelves · Plato, Laws · ← Plato, Laws 898d · Plato, Laws 899a →

Plato, Laws 898e Ancient Greek Plato, Laws
τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δʼ εἶναι. νῷ μόνῳ δὴ καὶ διανοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε. ποῖον; Ἥλιον εἴπερ ἄγει ψυχή, τριῶν αὐτὴν ἓν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα. τίνων; ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντῃ διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρʼ ἡμῖν ψυχὴ πάντῃ περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 898e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:898e