Plato, Laws 904e
← the shelves · Plato, Laws · ← Plato, Laws 904d · Plato, Laws 905a →
Plato, Laws 904e Ancient Greek
Plato, Laws
τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσασα τὸν αὑτῆς βίον. αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν, ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γιγνόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον, ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφερέσι τοὺς προσφερεῖς
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:904e
Cite as
Plato, Laws 904e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:904e