🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 914e

← the shelves · Plato, Laws · ← Plato, Laws 914d · Plato, Laws 915a →

Plato, Laws 914e Ancient Greek Plato, Laws
ἄρχουσιν· τὴν δὲ κρίσιν διαδικάζειν ἐντὸς τριῶν ἡμερῶν τοὺς ἄρχοντας.ἀγέτω τὸν ἑαυτοῦ δοῦλον ὁ βουλόμενος, ἐὰν ἔμφρων ᾖ, χρησόμενος ὅτι ἂν ἐθέλῃ τῶν ὁπόσα ὅσια· ἀγέτω δὲ καὶ ὑπὲρ ἄλλου τῶν οἰκείων ἢ φίλων τὸν ἀφεστῶτα ἐπὶ σωτηρίᾳ. ἐὰν δέ τις ἀφαιρῆταί τινα εἰς ἐλευθερίαν ὡς δοῦλον ἀγόμενον, μεθιέτω μὲν ὁ ἄγων, ὁ δὲ ἀφαιρούμενος ἐγγυητὰς τρεῖς ἀξιόχρεως καταστήσας, οὕτως ἀφαιρείσθω κατὰ ταῦτα, ἄλλως δὲ μή· ἐὰν δὲ παρὰ ταῦτά τις ἀφαιρῆται, τῶν βιαίων
No aligned translation on this shelf.
Cite as

Plato, Laws 914e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:914e