Plato, Laws 915e
← the shelves · Plato, Laws · ← Plato, Laws 915d · Plato, Laws 916a →
Plato, Laws 915e Ancient Greek
Plato, Laws
ἀλλάττεσθαι, ἄλλοθι δὲ μηδαμοῦ, μηδʼ ἐπὶ ἀναβολῇ πρᾶσιν μηδὲ ὠνὴν ποιεῖσθαι μηδενός· ἐὰν δὲ ἄλλως ἢ ἐν ἄλλοις τόποις ὁτιοῦν ἀνθʼ ὁτουοῦν διαμείβηται ἕτερος ἄλλῳ, πιστεύων πρὸς ὃν ἂν ἀλλάττηται, ποιείτω ταῦτα ὡς οὐκ οὐσῶν δικῶν κατὰ νόμον περὶ τῶν μὴ πραθέντων κατὰ τὰ νῦν λεγόμενα. ἐράνων δὲ πέρι, τὸν βουλόμενον ἐρανίζειν φίλον παρὰ φίλοις· ἐὰν δέ τις διαφορὰ γίγνηται περὶ τῆς ἐρανίσεως, οὕτω πράττειν ὡς δικῶν μηδενὶ περὶ τούτων μηδαμῶς ἐσομένων. ὃς δʼ ἂν ἀποδόμενος τιμήν του λάβῃ μὴ ἐλάττω δραχμῶν πεντήκοντα, παραμενέτω κατὰ πόλιν ἐξ ἀνάγκης
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:915e
Cite as
Plato, Laws 915e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:915e