Plato, Laws 920e
← the shelves · Plato, Laws · ← Plato, Laws 920d · Plato, Laws 921a →
Plato, Laws 920e Ancient Greek
Plato, Laws
τὸν βίον ἡμῖν συγκατεσκευάκασιν τέχναις, Ἄρεως δʼ αὖ καὶ Ἀθηνᾶς οἱ τὰ τῶν δημιουργῶν σῴζοντες τέχναισιν ἑτέραις ἀμυντηρίοις ἔργα· δικαίως δὲ καὶ τὸ τούτων γένος ἱερόν ἐστι τούτων τῶν θεῶν. οὗτοι δὴ πάντες χώραν καὶ δῆμον θεραπεύοντες διατελοῦσιν, οἱ μὲν ἄρχοντες τῶν κατὰ πόλεμον ἀγώνων, οἱ δὲ ὀργάνων τε καὶ ἔργων ἀποτελοῦντες γένεσιν ἔμμισθον· οἷς δὴ περὶ τὰ τοιαῦτα οὐ πρέπον ἂν εἴη ψεύδεσθαι,
No aligned translation on this shelf.
View at the source → urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:920e
Cite as
Plato, Laws 920e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:920e