🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 923e

← the shelves · Plato, Laws · ← Plato, Laws 923d · Plato, Laws 924a →

Plato, Laws 923e Ancient Greek Plato, Laws
ἐσόμενος ᾖ, μὴ νέμειν, ᾗ δʼ ἂν μή, νέμειν· ἐὰν δέ τῳ τῶν ὑέων ἢ καὶ τῶν θυγατέρων φανῇ κλῆρος ἐπιχώριος τῆς διαθήκης γενόμενος ὕστερον, τῷ κληρονόμῳ τοῦ τὴν διαθήκην διαθεμένου καταλειπέτω. ἐὰν δὲ ἄρρενας μὲν μὴ λείπῃ, θηλείας δέ, ὁ διατιθέμενος, ἄνδρα μὲν τῶν θυγατέρων ᾗτινι ἂν ἐθέλῃ, ὑὸν δὲ αὑτῷ καταλειπέτω, γράψας κληρονόμον· ἐὰν δὲ ὑός τῳ τελευτήσῃ παῖς ὤν, πρὶν εἰς ἄνδρας δυνατὸς εἶναι τελεῖν, εἴτε γεννητὸς ὢν εἴτε ποιητός, γραφέτω καὶ
No aligned translation on this shelf.
Cite as

Plato, Laws 923e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:923e