🜔 Hierophant the Temple library
TextsShelvesGodsAskMythology StudioRemakesWikiData

Plato, Laws 926e

← the shelves · Plato, Laws · ← Plato, Laws 926d · Plato, Laws 927a →

Plato, Laws 926e Ancient Greek Plato, Laws
γίγνοιτʼ ἄν. μετὰ μὲν οὖν τὴν πρώτην ἑκάστοις εἴρηνται τροφαὶ καὶ παιδεύσεις· μετὰ δὲ τὴν δευτέραν, ἔρημον πατέρων γενομένην, μηχανᾶσθαι δεῖ τίνα τρόπον ἡ τῆς ὀρφανίας τύχη τοῖς γενομένοις ὀρφανοῖς ὡς ἥκιστα ἔλεον ἕξει τῆς συμφορᾶς. πρῶτον μὲν δή φαμεν νομοθετεῖν αὐτοῖς τοὺς νομοφύλακας ἀντὶ γεννητόρων πατέρας οὐ χείρους, καὶ δὴ καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ὡς οἰκείων ἐπιμελεῖσθαι προστάττομεν, ἐμμελῆ τούτοις τε αὐτοῖς περὶ τροφῆς ὀρφανῶν προοιμιασάμενοι καὶ τοῖς ἐπιτρόποις. εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα
No aligned translation on this shelf.
Cite as

Plato, Laws 926e — Perseus Digital Library — canonical-greekLit (Tufts University) (CC BY-SA 4.0) · urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:926e